25 Μαΐου, η Γ' Εύρεσις της τιμίας κεφαλής του αγίου προφήτου, προδρόμου και βαπτιστού Ιωάννου
Ἀπολυτίκιον
Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῇ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὒρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σώζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου.
Κοντάκιον
Ὡς οὐρανίων δωρεῶν πηγὴ θεόβρυτος τῇ Ἐκκλησίᾳ ἐκ βυθοῦ τῆς γῆς ἀνέλαμψε ἡ ἁγία Κεφαλή σου Χριστοῦ Προφῆτα ἦς τὴν τρίτην ἑορτάζοντες φανέρωσιν ἀνυμνοῦμεν τῶν θαυμάτων σου τὸ μέγεθος καὶ βοῶμέν σοι, χαῖρε Λόγου ὁ Πρόδρομος.
Ἕτερον Κοντάκιον
Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὐράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.
Μεγαλυνάριον
Τρίτην τῆς παντίμου σου Κεφαλῆς, μνείαν ἐκτελοῦμεν, ἣν ἐδόξασεν ἡ Τριάς, Βαπτιστὰ Κυρίου· ἐκ γῆς γὰρ τρίτως ὤφθη, μετανοεῖτε πᾶσιν, ἀνακραυγάζουσα.
Φωνὴ βοῶντος γῆς μυχῷ κεκρυμμένη,
Τῆς γῆς ῥαγείσης, πᾶσιν ἤχησε ξένως.
Εἰκάδι δὲ Προδρόμοιο Κάρην εὗρον κατὰ πέμπτην.


