Ποιος ήταν ο Άγιος Βενέδικτος που εορτάζει σήμερα 14 Μαρτίου
Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὴν φερώνυμον κλῆσιν ἀληθεύουσαν ἔδειξας, τοῖς ἀσκητικοῖς σου ἀγῶσι, θεοφόρε Βενέδικτε· υἱός γὰρ εὐλογίας τεθηλώς, ἀρχέτυπον ἐγένου καὶ κανών, τοῖς ἐκ πόθου μιμουμένοις τὴν σὴν ζωήν, καὶ ὁμοφώνως κράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ἀνατολῆς τῆς νοητῆς φωστὴρ γενόμενος τῶν ἐν τῇ Δύσει Μοναστῶν ὤφθης διδάσκαλος διά βίου τε καὶ λόγου τούτους παιδεύων. Ἀλλ᾽ ἱδρῶσι τῶν λαμπρῶν κατορθωμάτων σου τῶν παθῶν ἡμῶν τὸν ρύπον ἀποκάθαρον τῶν βοώντων σοι, χαίροις Πάτερ Βενέδικτε.


