Άγιος Ιωάννης ο Πρόδρομος: Σήμερα 29 Αυγούστου τιμάται η Αποτομή της Τιμίας Κεφαλής του
Ἀπολυτίκιον
Ἦχος β’.
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων· σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον· ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος πλ. α’.
Ἡ τοῦ Προδρόμου ἔνδοξος ἀπoτομή, οἰκονομία γέγονέ τις θεϊκή, ἵνα καὶ τοῖς ἐν ᾅδη τοῦ Σωτῆρος κηρύξῃ τὴν ἔλευσιν. Θρηνείτω οὖν Ἡρωδιάς, ἄνομον φόνον αἰτήσασα, οὐ νόμον γὰρ τὸν τοῦ Θεοῦ, οὐ ζῶντα αἰώνα ἠγάπησεν, ἀλλ᾽ ἐπίπλαστον πρόσκαιρον.


